Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.73 Joseph. AJ 3.78 (English) >>Joseph. AJ 3.83

3.76ταῦτʼ εἰπὼν ἀνῄει πρὸς τὸ Σιναῖον ὑψηλότατον τῶν ἐν ἐκείνοις τοῖς χωρίοις ὀρῶν τυγχάνον καὶ διὰ τὴν ὑπερβολὴν τοῦ μεγέθους καὶ τῶν κρημνῶν τὸ ἀπότομον ἀνθρώποις οὐ μόνον οὐκ ἀναβατὸν ἀλλʼ οὐδὲ ὁραθῆναι δίχα πόνου τῆς ὄψεως δυνάμενον ἄλλως τε διὰ τὸ λόγον εἶναι περὶ τοῦ τὸν θεὸν ἐν αὐτῷ διατρίβειν φοβερὸν καὶ ἀπρόσιτον. 3.77Ἑβραῖοι δὲ κατὰ τὰς Μωυσέος ἐντολὰς μετεσκήνουν καὶ τὰς ὑπωρείας τοῦ ὄρους κατελαμβάνοντο ἠρμένοι ταῖς διανοίαις ὡς μετὰ τῆς ἐπαγγελίας τῶν ἀγαθῶν, ἣν προύτεινεν αὐτοῖς, ἐπανήξοντος Μωυσέος παρὰ τοῦ θεοῦ. 3.78ἑορτάζοντες δὲ τὸν στρατηγὸν περιέμενον ἁγνεύοντες τήν τε ἄλλην ἁγνείαν καὶ ἀπὸ συνουσίας τῆς γυναικῶν ἡμέρας τρεῖς, καθὼς ἐκεῖνος αὐτοῖς προεῖπε, καὶ παρακαλοῦντες τὸν θεὸν εὐμενῆ συμβάλλοντα Μωυσεῖ δοῦναι δωρεάν, ὑφʼ ἧς εὖ βιώσονται. ταῖς τʼ οὖν διαίταις ἐχρῶντο πολυτελεστέραις καὶ τῷ κόσμῳ γυναιξὶν ὁμοῦ καὶ τέκνοις ἐκπρεπῶς ἤσκηντο. 3.79

Ἐπὶ δύο μὲν οὖν ἡμέρας εὐωχούμενοι διῆγον, τῇ τρίτῃ δὲ πρὶν τὸν ἥλιον ἀνασχεῖν νεφέλη τε ὑπεράνω ἀνέσχε τοῦ παντὸς στρατοπέδου τῶν Ἑβραίων οὐ πρότερον τοῦτο ἰδόντων γενόμενον καὶ τὸ χωρίον οὗ τὰς σκηνὰς ἦσαν πεποιημένοι περιέγραφε, 3.80καὶ τοῦ λοιποῦ παντὸς ἐν αἰθρίᾳ τυγχάνοντος ἄνεμοί τε σφοδροὶ λάβρον κινοῦντες ὑετὸν κατῄγιζον, ἀστραπαί τε ἦσαν φοβεραὶ τοῖς ὁρῶσι, καὶ κεραυνοὶ κατενεχθέντες ἐδήλουν τὴν παρουσίαν τοῦ θεοῦ οἷς Μωυσῆς ἔχαιρεν εὐμενοῦς παρατυχόντος.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.73 Joseph. AJ 3.78 (English) >>Joseph. AJ 3.83

Powered by PhiloLogic